Πώς λέμε σήμερα αυτόν τον τρόπο κουρέματος, μοντέρνο στα Ογδόνταζ ;), (γουίκη εδώ, εικόνες εδώ) --που είναι γνωστός και από τον Προκόπιο ως κούρεμα των Ούνων, όπως το εφάρμοζαν οι Βένετοι:
2. Τότε οὖν, τοὺς Βενέτους αὐτοῦ ῥιπίζοντός τε, καὶ διαφανῶς ἐρεθίζοντος. Ἅπασα κατ' ἄκρας ἡ Ῥωμαίων ἀρχὴ ἐκινήθη, ὥσπερ σεισμοῦ ἢ κατακλυσμοῦ ἐπιπεσόντος ἢ πόλεως ἑκάστης πρὸς τῶν πολεμίων ἁλούσης. Πάντα γὰρ ἐν ἅπασι ξυνεταράχθη, καὶ οὐδὲν ἐφ' ἑαυτοῦ τὸ λοιπὸν ἔμεινεν, ἀλλ' οἵ τε νόμοι καὶ ὁ τῆς πολιτείας κόσμος, ξυγχύσεως ἐπιγενομένης ἐς πᾶν τοὐναντίον ἐχώρησαν. Καὶ πρῶτα μὲν, τοῖς στασιώταις τὰ ἐς τὴν κόμην, ἐς νεώτερόν τινα μετεβέβλητο τρόπον. Ἀπεκείροντο γὰρ αὐτὴν οὐδὲν ὁμοίως τοῖς ἄλλοις Ῥωμαίοις. Τοῦ μὲν γὰρ μύστακος καὶ τοῦ γενείου, οὐδαμῆ ἥπτοντο· ἀλλ' αὐτοῖς κατακομᾶν ἐπὶ πλεῖστον, ὥσπερ οἱ Πέρσαι, ἐς ἀεὶ ἤθελον. Τῶν δὲ ἐν τῇ κεφαλῇ τριχῶν τὰ ἔμπροσθεν, ἄχρι ἐς τοὺς κροτάφους ἀποτεμόμενοι, τὰ ὄπισθεν ἀποκρέμασθαι σφίσιν ἐπὶ μακρότατον λόγῳ οὐδενὶ εἴων· ὥσπερ οἱ Μασσαγέται. Διὸ δὴ καὶ Οὐννικὸν τὸ τοιοῦτον εἶδος ἐκάλουν.
[Απόκρυφη ιστορία, κεφ. Ζ]
[Απόκρυφη ιστορία, κεφ. Ζ]